Ancient Greek · ~3 min
Book 7
Athenaeus, Δειπνοσοφισταί 7.68
Not analysed yet
ΙΠΠΟΥΡΟΙ. Ἀριστοτέλης ἐν δευτέρῳ ζῴων μορίων (p. 543 a 22) τοὺς ἱππούρους φησὶν ᾠὰ τίκτειν, καὶ ταῦτα ἐξ ἐλαχίστων μέγιστα γίνεσθαι, ὡς καὶ τὰ τῆς σμυραίνης· τίκτειν δὲ ἔαρος. Δωρίων δ’ ἐν τῷ περὶ ἰχθύων κορύφαιναν καλεῖσθαί φησι τὸν ἵππουρον. Ἱκέσιος δ’ ἱππουρεῖς αὐτοὺς προσαγορεύει. μνημονεύει δ’ αὐτῶν Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 234 L)· κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ τὴν φύσιν τοῦ ἰχθύος διηγούμενος συνεχές φησιν αὐτὸν ἐξάλλεσθαι, διὸ καὶ ἀρνευτὴν ὀνομάζεσθαι. λέγει δὲ οὕτω περὶ αὐτοῦ (fr. 6 Birt)· ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον. Ἀρχέστρατος δέ φησιν (fr. 22 R)· ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος· ἄλλως τ’ εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος. Ἐπαίνετος δ’ ἐν Ὀψαρτυτικοῖς κορύφαιναν αὐτόν φησιν ὀνομάζεσθαι.