Ancient Greek · ~3 min
7.74 to 7.76
Athenaeus, Δειπνοσοφισταί 7.74-76
Not analysed yet
ΚΟΡΔΥΛΟΣ. τοῦτον Ἀριστοτέλης φησὶν (p. 309 R) ἀμφίβιον εἶναι καὶ τελευτᾶν ὑπὸ τοῦ ἡλίου αὐανθέντα. Νουμήνιος δ’ ἐν Ἁλιευτικῷ κουρύλον αὐτὸν καλεῖ (fr. 2 Birt)· τοῖσί κεν ἄρμενα πάντα παροπλίσσαιο δέλετρα κουρύλον ἢ πειρῆνα ἢ εἰναλίην ἕρπηλαν. μέμνηται δὲ καὶ κορδυλίδος ἐν τούτοις (fr. 10 B)· ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν. ΚΑΜΜΟΡΟΙ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 232 L)· ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμοροι. καὶ Σώφρων δ’ ἐν γυναικείοις μίμοις (fr. 34 Bo) αὐτῶν μέμνηται. ἐστὶ δὲ καρίδων γένος καὶ ὑπὸ Ῥωμαίων οὕτως καλοῦνται. ΚΑΡΧΑΡΙΑΙ. Νουμήνιος ὁ Ἡρακλεώτης ἐν τῷ Ἁλιευτικῷ φησιν (fr. 11 Birt)· ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα. Σώφρων Θυννοθήρᾳ (fr. 56 Bo)· ‘ἁ δὲ γαστὴρ ὑμέων καρχαρίας, ὅκκα τινὸς δῆσθε.’ Νίκανδρος ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις τὸν καρχαρίαν καλεῖσθαί φησι (fr. 137 Sch.) καὶ λάμιαν καὶ σκύλλαν.