Ancient Greek · ~2 min
Book 8
Athenaeus, Δειπνοσοφισταί 8.23
Not analysed yet
Πυθιονίκην δέ φησι φιληδεῖν ταρίχῳ, ἐπεὶ ἐραστὰς εἶχε τοὺς Χαιρεφίλου τοῦ ταριχοπώλου υἱούς, ὡς Τιμοκλῆς ἐν Ἰκαρίοις φησίν (II 459 K)· ‘Ἄνυτος ὁ παχὺς πρὸς Πυθιονίκην ὅταν ἐλθὼν φάγῃ τι. καλεῖ γὰρ αὐτόν, ὥς φασιν, ὁπόταν Χαιρεφίλου τοὺς δύο σκόμβρους ξενίσῃ μεγάλους ἡδομένη.’ καὶ πάλιν (ib. 458)· ἡ Πυθιονίκη δ’ ἀσμένως σε δέξεται καὶ σοῦ κατέδεται τυχὸν ἴσως ἃ νῦν ἔχεις λαβὼν παρ’ ἡμῶν δῶρ᾽· ἄπληστός ἐστι γάρ. ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας αὐτήν· ταρίχους εὐπόρως γὰρ τυγχάνει ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσὶν καὶ ταῦτ’ ἀνάλτοις καὶ πλατυρρύγχοις τισί. πρὸ τούτων δ’ ἦν ἐραστὴς αὐτῆς Κωβιός τις ὄνομα.