Ancient Greek · ~1 min
Book 8
Athenaeus, Δειπνοσοφισταί 8.69
Not analysed yet
οὐκ ἀνάρμοστον δὲ καὶ τούτου τοῦ συγγράμματος τέλος εἰληφότος, ἑταῖρε Τιμόκρατες, αὐτοῦ καταπαύσω τὸν λόγον, μὴ καὶ ἡμᾶς τις οἰηθῇ κατὰ τὸν Ἐμπεδοκλέα ἰχθῦς ποτε γεγονέναι. φησὶ γὰρ ὁ φυσικός (v. 383 St)· ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε, ἀμνός τ’ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς.