Ancient Greek · ~2 min
Book 9
Athenaeus, Δειπνοσοφισταί 9.4
Not analysed yet
σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ, ‘ἀλλ’ ἐγώ, φησὶν ὁ Λεωνίδης, εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας· πολλοῖς δ’ ἀντιλέγειν κατὰ τὸν Πάριον Εὔηνον (II 269 B) ἔθος περὶ παντὸς ὁμοίως, ὀρθῶς δ’ ἀντιλέγειν οὐκ ἔτι τοῦτ’ ἐν ἔθει· καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός· ‘σοὶ μὲν ταῦτα δοκοῦντ’ ἔστω, ἐμοὶ δὲ τάδε.’ τοὺς ξυνετοὺς δ’ ἄν τις πείσειε τάχιστα λέγων εὖ, οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.