Ancient Greek · ~4 min
Book 9
Athenaeus, Δειπνοσοφισταί 9.53
Not analysed yet
παρῆσαν δὲ πολλάκις ἡμῖν καὶ οἱ καλούμενοι ΠΑΡΑΣΤΑΤΑΙ, ὧν μνημονεύει Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καὶ Σιμάριστος ἐν γʹ Συνωνύμων καὶ τετάρτῳ. εἰσὶ δ’ οἱ ὄρχεις οὕτω καλούμενοι. συγκεκνισωμένων δέ τινων κρεῶν ζωμῷ παραφερομένων ἐπεί τις ἔφη ‘τῶν ΠΝΙΚΤΩΝ κρεᾳδίων δός’, ὁ τῶν ὀνομάτων Δαίδαλος Οὐλπιανὸς ‘αὐτὸς ἐγώ, φησίν, ἀποπνιγήσομαι, εἰ μὴ εἴπῃς ὅπου καὶ σὺ εὗρες τὰ τοιαῦτα κρεᾴδια. οὐ μὴ γὰρ ὀνομάσω πρὶν μαθεῖν.’ ὃ δὲ ‘Στράττις εἶπεν, ἔφη, ἐν Μακεδόσιν ἢ Παυσανίᾳ (I 719 K)· ‘πνικτόν τι τοίνυν ἔστω σοι συχνὸν τοιοῦτον’. καὶ Εὔβουλος Κατακολλωμένῳ (II 180 K)· καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα. Ἀριστοφάνης τ’ εἴρηκεν ἐν Σφηξίν (v. 511)· ‘ἐν λοπάδι πεπνιγμένον.’ Κρατῖνος δ’ ἐν Δηλιάσι (I 21 K)· τῷ δ’ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως. Ἀντιφάνης δ’ ἐν Ἀγροίκῳ (II 12 K)· καὶ πρῶτα μὲν αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον· ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη, χλόην καταμπέχοντα σάρκα νεογενῆ. Β. τί λέγεις; Α. τραγῳδίαν περαίνω Σοφοκλέους.’