Ancient Greek · ~4 min
Book 9
Athenaeus, Δειπνοσοφισταί 9.6
Not analysed yet
καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν. Εὔπολις Αὐτολύκῳ (I 269 K)· σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου. Εὐριπίδης Σκίρωνι (fr. 678 N)· οὐδὲ κωλῆνες νεβρῶν. ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, κωλέα κωλῆ. Ἀριστοφάνης Πλούτῳ δευτέρῳ (1128)· οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον, καὶ ἐν Δαιταλεῦσι (I 450 K)· καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα. ἐν δὲ Πελαργοῖς (I 504 K)· κεφαλάς τ’ ἀρνῶν κωλᾶς τ᾽ ἐρίφων. Πλάτων Γρυψίν (I 604 K)· ‘ἰχθῦς, κωλᾶς, φύσκας’. Ἀμειψίας Κόννῳ (I 672 K)· δίδοται μάλισθ’ ἱερώσυνα, κωλῆ, τὸ πλευρὸν, ἡμίκραιρ’ ἀριστερά. Ξενοφῶν Κυνηγετικῷ (c. 5, 30)· ‘κωλῆν σαρκώδη, λαγόνας ὑγράς.’ καὶ Ξενοφάνης δ’ ὁ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί (II 114 B4)· πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν, τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ’ ἀπολήξει, ἔστ’ ἂν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν.’