Ancient Greek · ~2 min
Book 9
Athenaeus, Δειπνοσοφισταί 9.60
Not analysed yet
ΟΥΘΑΡ. Τηλεκλείδης Στερροῖς (I 217 K)· ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φορῶ. Ἡρόδοτος δ’ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν φησιν (c. 2). . . σπανίως δ’ ἔστιν εὑρεῖν τὸ οὖθαρ ἐπὶ τῶν ἄλλων ζῴων λεγόμενον· ΥΠΟΓΑΣΤΡΙΟΝ δὲ μόνον ὡς ἐπὶ τῶν ἰχθύων λέγεται. Στράττις Ἀταλάντῃ (I 713 K)· ὑπογάστριον θύννου τι κἀκροκώλιον. Θεόπομπος Καλλαίσχρῳ (I 738 K)· ἰχθύων δὲ δὴ ὑπογάστρι᾽, ὦ Δάματερ. ἐν δὲ Σειρῆσιν ὑπήτρια καλεῖ τὰ ὑπογάστρια λέγων οὕτως (I 747 K)· θύννων τε λευκὰ Σικελικῶν ὑπήτρια·