Ancient Greek · ~2 min
Chapter 10
Athenagoras, De Resurrectione 10.42
Not analysed yet
Ἀλλ᾿ οὐδὲ τὸ σῶμα ἀδικεῖταί τι· εἰ γὰρ νῦν φθαρτὸν ἀφθάρτῳ συνὸν οὐκ ἀδικεῖται, δῆλον ὅτι οὐδ᾿ ἄφθαρτον ἀφθάρτῳ συνὸν ἀδικηθήσεται. Οὐ μὴν οὐδ᾿ ἐκεῖνο φαίη τις ἂν ὡς ἀνάξιον ἔργον τοῦ θεοῦ τὸ διαλυθὲν ἀναστῆσαι σῶμα καὶ συναγαγεῖν· εἰ γὰρ τὸ χεῖρον οὐκ ἀνάξιον, τοῦτ᾿ ἔστι τὸ φθαρτὸν ποιῆσαι σῶμα καὶ παθητόν, πολὺ μᾶλλον τὸ κρεῖττον οὐκ ἀνάξιον, ὅπερ ἐστὶν ἄφθαρτον καὶ ἀπαθές.