Ancient Greek · ~2 min
Chapter 11
Athenagoras, De Resurrectione 11.45
Not analysed yet
Προσῆκε δὲ τῷ μὲν τὸ πρωτεύειν κατὰ φύσιν, τῷ δὲ τὸ δορυφορεῖν τὸν πρῶτον ὁδοποιεῖν τε καὶ προανείργειν πᾶν ὁπόσον ἐμποδὼν καὶ πρόσαντες. Ὁ μὲν γὰρ περὶ τῆς ἀληθείας λόγος, ἀναγκαῖος ὢν πᾶσιν ἀνθρώποις πρὸς ἀσφάλειαν καὶ σωτηρίαν, πρωτοστατεῖ καὶ τῇ φύσει καὶ τῇ τάξει καὶ τῇ χρείᾳ· τῇ φύσει μέν, ὡς τὴν τῶν πραγμάτων γνῶσιν παρεχόμενος, τῇ τάξει δέ, ὡς ἐν τούτοις καὶ ἅμα τούτοις ὑπάρχων ὦν γίνεται μηνυτής, τῇ χρείᾳ δέ, ὡς τῆς ἀσφαλείας καὶ τῆς σωτηρίας τοῖς γινώσκουσι γινόμενος πρόξενος.