Ancient Greek · ~2 min
Chapter 13
Athenagoras, De Resurrectione 13.59
Not analysed yet
Ἐκ δὲ τῶν εἰρημένων εὔδηλον ὡς τῇ τῆς γενέσεως αἰτίᾳ καὶ τῇ γνώμῃ τοῦ ποιήσαντος δείκνυται σαφῶς ἡ ἀνάστασις. Τοιαύτης δὲ τῆς αἰτίας οὔσης, καθ᾿ ἣν εἰς τόνδε παρῆκται τὸν κόσμον ἄνθρωπος, ἀκόλουθον ἂν εἴη τὸν τούτοις κατὰ φύσιν ἢ καθ᾿ εἱρμὸν ἑπόμενον διασκέψασθαι λόγον· ἕπεται δὲ κατὰ τὴν ἐξέτασιν τῇ μὲν αἰτίᾳ τῆς γενέσεως ἡ τῶν γεννηθέντων ἀνθρώπων φύσις, τῇ δὲ φύσει τῶν γενομένων ἡ τοῦ ποιήσαντος ἐπὶ τούτοις δικαία κρίσις, τούτοις τε πᾶσι τὸ τοῦ βίου τέλος. Ἐξητασμένων δὲ ἡμῖν τῶν προτεταγμένων ἐπισκεπτέον ἑξῆς τὴν τῶν ἀνθρώπων φύσιν.