Ancient Greek · ~2 min
Chapter 14
Athenagoras, De Resurrectione 14.63
Not analysed yet
Ταῦτα δὲ διαταξαμένους χρὴ πρώτην μὲν τάξαι τὴν αἰτίαν τῆς τῶν ἀνθρώπων γενέσεως, τοῦτ᾿ ἔστι τὴν τοῦ δημιουργήσαντος γνώμην καθ᾿ ἣν ἐποίησεν ἄνθρωπον, ταύτῃ δὲ προσφυῶς ἐπισυνάψαι τὴν τῶν γενομένων ἀνθρώπων φύσιν, οὐχ ὡς τῇ τάξει δευτερεύουσαν, διὰ δὲ τὸ μὴ δύνασθαι κατὰ ταὐτὸν ἀμφοτέρων γενέσθαι τὴν κρίσιν, κἂν ὅτι μάλιστα συνυπάρχωσιν ἀλλήλαις καὶ πρὸς τὸ προκείμενον τὴν ἴσην παρέχωνται δύναμιν.