Ancient Greek · ~3 min
Chapter 16
Athenagoras, De Resurrectione 16.77
Not analysed yet
Οὐ τοίνυν ἐπὶ τούτῳ δυσχεραίνειν ἄξιον, εἴ τις ἀνωμαλία θεωρεῖται περὶ τὴν τῶν ἀνθρώπων διαμονήν, οὐδ᾿ ἐπειδὴ χωρισμὸς ψυχῆς ἀπὸ τῶν τοῦ σώματος μερῶν καὶ μορίων διάλυσις τὴν συνεχῆ διακόπτει ζωήν, διὰ τοῦτ᾿ ἀπογινώσκειν χρὴ τὴν ἀνάστασιν. Οὐδὲ γὰρ ἐπειδὴ τὴν κατὰ συναίσθησιν ζωὴν διακόπτειν δοκοῦσιν αἱ κατὰ τὸν ὕπνον φυσικῶς ἐγγινόμεναι παρέσεις τῶν αἰσθήσεων καὶ τῶν φυσικῶν δυνάμεων, ἰσομέτροις χρόνου διαστήμασιν ὑπνούντων τῶν ἀνθρώπων καὶ τρόπον τινὰ πάλιν ἀναβιωσκόντων, τὴν αὐτὴν παραιτούμεθα ζωὴν λέγειν· παρ᾿ ἣν αἰτίαν, οἶμαι, τινὲς ἀδελφὸν τοῦ θανάτου τὸν ὕπνον ὀνομάζουσιν, οὐχ ὡς ἐκ τῶν αὐτῶν προγόνων ἢ πατέρων φύντας γενεαλογοῦντες, ἀλλ᾿ ὡς τῶν ὁμοίων παθῶν τοῖς τε θανοῦσι καὶ τοῖς ὑπνοῦσιν ἐγγινομένων, ἕνεκά γε τῆς ἠρεμίας καὶ τοῦ μηδενὸς ἐπαισθάνεσθαι τῶν παρόντων ἢ γινομένων, μᾶλλον δὲ μηδὲ τοῦ εἶναι καὶ τῆς ἰδίας ζωῆς.