Ancient Greek · ~3 min
17.79 to 17.81
Athenagoras, De Resurrectione 17.79-81
Not analysed yet
Αὕτη γὰρ τῶν ἀνθρώπων ἡ φύσις, ἄνωθεν καὶ κατὰ γνώμην τοῦ ποιήσαντος συγκεκληρωμένην ἔχουσα τὴν ἀνωμαλίαν, ἀνώμαλον ἔχει τὴν ζωὴν καὶ τὴν διαμονήν, ποτὲ μὲν ὕπνῳ ποτὲ δὲ θανάτῳ διακοπτομένην καὶ ταῖς καθ᾿ ἑκάστην ἡλικίαν μεταβολαῖς, οὐκ ἐμφαινομένων ἐναργῶς τοῖς πρώτοις τῶν ὕστερον ἐπιγινομένων. Ἢ τίς ἂν ἐπίστευσεν, μὴ τῇ πείρᾳ δεδιδαγμένος, ἐν ὁμοιομερεῖ καὶ διαπλάστῳ τῷ σπέρματι τοσούτων καὶ τηλικούτων ἀποκεῖσθαι δυνάμεων ἢ τῶν ταύτῃ ἐπισυνισταμένων καὶ πηγνυμένων ὄγκων διαφοράν, ὀστέων φημὶ καὶ νεύρων καὶ χόνδρων, ἔτι δὲ καὶ μυῶν καὶ σαρκῶν καὶ σπλάγχνων καὶ τῶν λοιπῶν τοῦ σώματος μερῶν; Οὔτε γὰρ ἐν ὑγροῖς ἔτι τοῖς σπέρμασι τούτων ἔστιν ἰδεῖν οὐδέν, οὔτε μὴν τοῖς νηπίοις ἐμφαίνεταί τι τῶν τοῖς τελείοις ἐπιγινομένων, ἢ τῇ τῶν τελείων ἡλικίᾳ τὰ τῶν παρηβηκότων, ἢ τούτοις τὰ τῶν γεγηρακότων.