Ancient Greek · ~1 min
Chapter 18
Athenagoras, De Resurrectione 18.86
Not analysed yet
Δεῖται γὰρ πάντα τὰ γενόμενα τῆς παρὰ τοῦ ποιήσαντος ἐπιμελείας, ἰδίως δὲ ἕκαστον καθ᾿ ὃ πέφυκε καὶ πρὸς ὃ πέφυκεν· ἀχρείου γὰρ οἶμαι φιλοτιμίας τὸ κατάγειν ἢ διαιρεῖν νῦν ἢ τὸ πρόσφορον ἑκάστῃ φύσει καταλέγειν ἐθέλειν. Ὅ γε μὴν ἄνθρωπος, περὶ οὗ νῦν πρόκειται λέγειν, ὡς μὲν ἐνδεὴς δεῖται τροφῆς, ὡς δὲ θνητὸς διαδοχῆς, ὡς δὲ λογικὸς δίκης.