Ancient Greek · ~4 min
Chapter 19
Athenagoras, De Resurrectione 19.93
Not analysed yet
Παρίημι γὰρ λέγειν ὅτι, σωζομένης τῆς φύσεως ἐν ᾖ νῦν ἐσμεν, οὔθ᾿ ἡ θνητὴ φύσις ἐνεγκεῖν οἵα τε τὴν σύμμετρον δίκην πλειόνων ἢ βαρυτέρων φερομένων πλημμελημάτων. Ὅ τε γὰρ μυρίους ἐπὶ μυρίοις ἀνελὼν ἀδίκως λῃστὴς ἢ δυνάστης ἢ τύραννος οὐκ ἂν ἑνὶ θανάτῳ λύσειε τὴν ἐπὶ τούτοις δίκην· ὅ τε μηδὲν περὶ θεοῦ δοξάζων ἀληθές, ὕβρει δὲ πάσῃ καὶ βλασφημίᾳ συζῶν, καὶ παρορῶν μὲν τὰ θεῖα, καταλύων δὲ νόμους, ὑβρίσας δὲ παῖδας ὁμοῦ καὶ γυναῖκας, κατασκάψας δὲ πόλεις ἀδίκως, ἐμπρήσας δὲ οἴκους μετὰ τῶν ἐνοικούντων καὶ δηϊώσας χώραν; καὶ τούτοις συναφανίσας δήμους καὶ λαοὺς ἢ καὶ σύμπαν ἔθνος, πῶς ἂν ἐν τῷ φθαρτῷ σώματι πρὸς τὴν τούτοις σύμμετρον ἀρκέσειε δίκην, προλαμβάνοντος τοῦ θανάτου τὸ κατ᾿ ἀξίαν καὶ μηδὲ πρὸς ἕν τι τῶν εἰργασμένων τῆς θνητῆς ἐξαρκούσης φύσεως; Οὔτ᾿ οὗν κατὰ τὴν παροῦσαν ζωὴν ἡ κατ᾿ ἀξίαν δείκνυται κρίσις οὔτε μετὰ θάνατον.