Ancient Greek · ~1 min
Chapter 24
Athenagoras, De Resurrectione 24.121
Not analysed yet
Οὔτ᾿ οὖν τὸ ἄλυπον οἰκεῖον τούτοις ἂν εἴη τέλος, μετείη γὰρ ἂν τούτου καὶ τοῖς παντελῶς ἀναισθητοῦσιν· ἀλλ᾿ οὐδὲ τῶν τὸ σῶμα τρεφόντων ἢ τερπόντων ἀπόλαυσις καὶ πλῆθος ἡδονῶν· ἢ πρωτεύειν ἀνάγκη τὸν κτηνώδη βίον, ἀτελῆ δὲ εἶναι τὸν κατ᾿ ἀρετήν. Κτηνῶν γὰρ οἶμαι καὶ βοσκημάτων οἰκεῖον τοῦτο τέλος, οὐκ ἀνθρώπων ἀθανάτῳ ψυχῇ καὶ λογικῇ κρίσει χρωμένων.