Ancient Greek · ~2 min
Chapter 25
Athenagoras, De Resurrectione 25.123
Not analysed yet
Εἰ δὲ τοῦ συναμφοτέρου τὸ τέλος, τοῦτο δὲ οὔτε ζώντων αὐτῶν ἔτι κατὰ τόνδε τὸν βίον εὑρεθῆναι δυνατὸν διὰ τὰς πολλάκις ἤδη ῥηθείσας αἰτίας, οὔτε μὴν ἐν χωρισμῷ τυγχανούσης τῆς ψυχῆς, τῷ μηδὲ συνεστάναι τὸν τοιοῦτον ἄνθρωπον διαλυθέντος ἢ καὶ πάντη σκεδασθέντος τοῦ σώματος, κἂν ἡ ψυχὴ διαμένῃ καθ᾿ ἑαυτήν, ἀνάγκη πᾶσα κατ᾿ ἄλλην τινὰ τοῦ συναμφοτέρου καὶ τοῦ αὐτοῦ ζώου σύστασιν τὸ τῶν ἀνθρώπων φανῆναι τέλος.