Ancient Greek · ~2 min
Chapter 25
Athenagoras, De Resurrectione 25.126
Not analysed yet
Τέλος δὲ ζωῆς ἔμφρονος καὶ λογικῆς κρίσεως οὐκ ἂν ἁμάρτοι τις εἰπὼν τὸ τούτοις ἀπερισπάστως συνδιαιωνίζειν οἷς μάλιστα καὶ πρώτως ὁ φυσικὸς συνήρμοσται λόγος, τῇ τε θεωρίᾳ τοῦ ὄντος καὶ τῶν ἐκεὶνῳ δεδογμένων ἀπαύστως ἐπαγάλλεσθαι· κἂν οἱ πολλοὶ τῶν ἀνθρώπων ἐμπαθέστερον καὶ σφοδρότερον τοῖς τῇδε προσπεπονθότες ἄστοχοι τούτου διατελῶσιν. Οὐ γὰρ ἀκυροῖ τὴν κοινὴν ἀποκλήρωσιν τὸ πλῆθος τῶν ἀποπιπτόντων τοῦ προσήκοντος αὐτοῖς τέλους, ἰδιαζούσης τῆς ἐπὶ τούτοις ἐξετάσεως καὶ τῆς ἑκάστῳ συμμετρουμένης ὑπὲρ τῶν εὗ ἢ κακῶς βεβιωμένων τιμῆς ἢ δίκης.