Ancient Greek
Chapter 3
Athenagoras, De Resurrectione 3.18
Not analysed yet
Καὶ τῷ λόγῳ βλάβος οὐδέν, κἂν ἐξ ὕλης ὑποθῶνταί τινες τὰς πρώτας ἀρχάς, κἂν ἐκ τῶν στοιχείων ὡς πρώτων τὰ σώματα τὰ τῶν ἀνθρώπων, κἂν ἐκ σπερμάτων. Ἦς γάρ ἐστι δυνάμεως καὶ τὴν παρ᾿ αὐτοῖς νενομισμένην ἄμορφον οὖσαν μορφῶσαι, καὶ τὴν ἀνείδεον καὶ ἀδιακόσμητον πολλοῖς καὶ διαφόροις εἴδεσι κοσμῆσαι, καὶ τὰ μέρη τῶν στοιχείων εἰς ἓν συναγαγεῖν, καὶ τὸ σπέρμα ἓν ὂν καὶ ἁπλοῦν εἰς πολλὰ διελεῖν, καὶ τὸ ἀδιάρθρωτον διαρθρῶσαι, καὶ τῷ μὴ ζῶντι δοῦναι ζωήν, τῆς αὐτῆς ἐστι καὶ τὸ διαλελυμένον ἑνῶσαι, καὶ τὸ κείμενον ἀναστῆσαι, καὶ τὸ τεθνηκὸς ζωοποιῆσαι πάλιν, καὶ τὸ φθαρτὸν μεταβαλεῖν εἰς ἀφθαρσίαν.