Ancient Greek · ~2 min
Chapter 4
Athenagoras, De Resurrectione 4.22
Not analysed yet
Εἶτα τούτοις ἐπιτραγῳδοῦσι τὰς ἐν λιμοῖς καὶ μανίαις τολμηθείσας τεκνοφαγίας καὶ τοὺς κατ᾿ ἐπιβουλὴν ἐχθρῶν ὑπὸ τῶν γεννησαμένων ἐδηδεσμένους παῖδας, καὶ τὴν Μηδικὴν τράπεζαν ἐκείνην καὶ τὰ τραγικὰ δεῖπνα Θυέστου καὶ τοιαύτας δή τινας ἐπισυνείρουσι παρ᾿ Ἕλλησι καὶ βαρβάροις καινουργηθείσας συμφοράς· ἔκ τε τούτων κατασκευάζουσιν, ὡς νομίζουσιν, ἀδύνατον τὴν ἀνάστασιν, ὡς οὐ δυναμένων τῶν αὐτῶν μερῶν ἑτέροις τε καὶ ἑτέροις συναναστῆναι σώμασιν, ἀλλ᾿ ἤτοι τὰ τῶν προτέρων συστῆναι μὴ δύνασθαι, μετεληλυθότων τῶν ταῦτα συμπηλρούντων μερῶν πρὸς ἑτέρους, ἢ τούτων ἀποδοθέντων τοῖς προτέροις ἐνδεῶς ἕξειν τὰ τῶν ὑστέρων.