Ancient Greek · ~4 min
Chapter 5
Athenagoras, De Resurrectione 5.24
Not analysed yet
Ἦ γὰρ ἂν ἔγνωσαν ὅτι μὴ πᾶν ὃ προσφέρεταί τις ὑπενδόσει τῆς ἔξωθεν ἀνάγκης, τοῦτο γίνεται τῷ ζώῳ τροφὴ προσφυής· ἀλλὰ τὰ μὲν ἅμα τῷ προσομιλῆσαι τοῖς περιπτυσσομένοις τῆς κοιλίας μέρεσι φθείρεσθαι πέφυκεν, ἐμούμενα τε καὶ διαχωρούμενα καὶ τρόπον ἕτερον διαφορούμενα, ὡς μηδὲ κατὰ βραχὺ τὴν πρώτην καὶ κατὰ φύσιν ὑπομεῖναι πέψιν, ἤ πού γε τὴν εἰς τὸ τρεφόμενον σύγκρασιν· ὡσπεροῦν οὐδὲ πᾶν τὸ πεφθὲν καὶ τὴν πρώτην δεξάμενον μεταβολὴν τοῖς τρεφομένοις μορίοις προσπελάζει πάντως, τινῶν μὲν κατ᾿ αὐτὴν τὴν γαστέρα τῆς θρεπτικῆς δυνάμεως ἀποκρινομένων, τῶν δὲ κατὰ τὴν δευτέραν μεταβολὴν καὶ τὴν ἐν ἥπατι γινομένην πέψιν διακρινομένων, καὶ πρὸς ἕτερόν τι μεταχωρούντων ὃ τὴν τοῦ τρέφειν ἐκβέβηκε δύναμιν· καὶ αὐτῆς γε τῆς ἐν ἥπατι γινομένης μεταβολῆς οὐ πάσης εἰς τροφὴν ἀνθρώποις χωρούσης, ἀλλ᾿ εἰς ἃ πέφυκε περιττώματα διακρινομένης· τῆς τε καταλειφθείσης τροφῆς ἐν αὐτοῖς ἐσθ᾿ ὅτε τοῖς τρεφομένοις μέρεσι καὶ μορίοις πρὸς ἕτερόν τι μεταβαλλούσης, κατὰ τὴν ἐπικράτειαν τοῦ πλεονάζοντος ἢ περιττεύοντος καὶ φθείρειν πως ἢ πρὸς ἑαυτὸ τρέπειν τὸ πλησιάσαν εἰωθότος.