Ancient Greek · ~4 min
Chapter 6
Athenagoras, De Resurrectione 6.28
Not analysed yet
Εἴπερ οὗν τῇ διαφορᾷ τῶν τῇ φύσει διαφερόντων ζώων ἡ κατὰ φύσιν συνδιῄρηται τροφή, καὶ ταύτης γε αὐτῆς οὔτε πᾶν ὅπερ ἂν προσενέγκηται τὸ ζῶον οὔτε τὸ τυχὸν ἐκ τούτου τὴν πρὸς τὸ τρεφόμενον σῶμα δέχεται σύγκρασιν, ἀλλ᾿ αὐτὸ μόνον τὸ διὰ πάσης πέψεως κεκαθαρμένον καὶ μεταβεβληκὸς εἰλικρινῶς πρὸς τὴν τοῦ ποιοῦ σώματος ἕνωσιν καὶ τοῖς τρεφομένοις μέρεσιν εὐάρμοστον, εὔδηλον ὡς οὐδὲν τῶν παρὰ φύσιν ἑνωθείη ποτ᾿ ἂν τούτοις οἶς οὐκ ἔστι τροφὴ προσφυὴς καὶ κατάλληλος, ἀλλ᾿ ἤτοι κατ᾿ αὐτὴν τὴν κοιλίαν διαχωρεῖ, πρὶν ἕτερόν τινα γεννῆσαι χυμόν, ὠμὸν καὶ διεφθαρμένον, ἢ συστὰν ἐπὶ πλεῖον τίκτει πάθος ἢ νόσον δυσίατον, συνδιαφθείρουσαν καὶ τὴν κατὰ φύσιν τροφὴν ἢ καὶ αὐτὴν τὴν τῆς τροφῆς δεομένην σάρκα. Ἀλλὰ κἂν ἀπωσθῇ ποτε, φαρμάκοις τισὶν ἢ σιτίοις βελτίοσιν ἢ ταῖς φυσικαῖς δυνάμεσι νικηθέν, μετ᾿ οὐκ ὀλίγης ἐξεῤῥύη τῆς βλάβης, ὡς μηδὲν φέρον τοῖς κατὰ φύσιν εἰρηνικὸν διὰ τὸ πρὸς τὴν φύσιν ἀσύγκρατον.