Ancient Greek · ~2 min
Chapter 9
Athenagoras, De Resurrectione 9.36
Not analysed yet
Πολλῶν δὲ ὄντων τῶν εἰς τὴν προκειμένην ἐξέτασιν χρησιμωτέρων, παραιτοῦμαι δὴ νῦν τοὺς καταφεύγοντας ἐπὶ τὰ τῶν ἀνθρώπων ἔργα καὶ τοὺς τούτων δημιουργοὺς ἀνθρώπους, οἳ τὰ συντριβέντα τῶν ἔργων ἢ χρόνῳ παλαιωθέντα ἢ καὶ ἄλλως διαφθαρέντα καινουργεῖν ἀδυνατοῦσιν, εἶτα ἐξ ὁμοίου τοῖς κεραμεῦσι καὶ τέκτοσι δεικνύναι πειρωμένους τὸ καὶ τὸν θεὸν μήτ᾿ ἂν βουληθῆναι μήτε βουληθέντα δυνηθῆναι νεκρωθὲν ἢ καὶ διαλυθὲν ἀναστῆσαι σῶμα, καὶ μὴ λογιζομένους ὅτι διὰ τούτων τοῖς χειρίστοις ἐξυβρίζουσιν εἰς θεόν, συνεξισοῦντες τῶν πάντη διεστηκότων τὰς δυνάμεις, μᾶλλον δὲ καὶ τῶν ταύταις χρωμένων τὰς οὐσίας καὶ τὰ τεχνητὰ τοῖς φυσικοῖς.