Ancient Greek
11.45 to 11.46
Athenagoras, Legatio sive Supplicatio pro Christianis 11.45-46
Not analysed yet
Εἰ δὲ ἀκριβῶς διέξειμι τὸν καθ᾿ ἡμᾶς λόγον, μὴ θαυμάσητε· ἵνα γὰρ μὴ τῇ κοινῇ καὶ ἀλόγῳ συναποφέρησθε γνώμῃ, ἔχητε δὲ τἀληθὲς εἰδέναι, ἀκριβολογοῦμαι· ἐπεὶ καὶ δι᾿ αὐτῶν τῶν δογμάτων οἷς προσέχομεν, οὐκ ἀνθρωπικοῖς οὖσιν ἀλλὰ θεοφάτοις καὶ θεοδιδάκτοις, πεῖσαι ὑμᾶς μὴ ὡς περὶ ἀθέων ἔχειν δυνάμεθα. Τίνες οὖν ἡμῶν οἱ λόγοι οἷς ἐντρεφόμεθα; Λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους, προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὃς τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.