Ancient Greek · ~4 min
Chapter 12
Athenagoras, Legatio sive Supplicatio pro Christianis 12.51
Not analysed yet
Εἶθ᾿ οἱ μὲν τὸν βίον τοῦτον νομίζοντες, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν, καὶ τὸν θάνατον βαθὺν ὕπνον καὶ λήθην τιθέμενοι (ὕπνω καὶ θανάτω διδυμάονε) πιστεύονται θεοσεβεῖν· ἄνθρωποι δέ, τὸν μὲν ἐνταῦθα ὀλίγου καὶ μικροῦ τινος ἄξιον βίον λελογισμένοι, ὑπὸ μόνου δὲ παραπεμπόμενοι τοῦ τὸν θεὸν καὶ τὸν παρ᾿ αὐτοῦ λόγον εἰδέναι, τίς ἡ τοῦ παιδὸς πρὸς τὸν πατέρα ἑνότης, τίς ἡ τοῦ πατρὸς πρὸς τὸν υἱὸν κοινωνία, τί τὸ πνεῦμα, τίς ἡ τῶν τοσούτων ἕνωσις καὶ διαίρεσις ἑνουμένων, τοῦ πνεῦματος τοῦ παιδὸς τοῦ πατρός, πολὺ δὲ καὶ κρείττονα ἢ εἰπεῖν λόγῳ τὸν ἐκδεχόμενον βίον εἰδότες, ἐὰν καθαροὶ ὄντες ἀπὸ παντὸς παραπεμφθῶμεν ἀδικήματος, μέχρι τοσούτου δὲ φιλανθρωπότατοι ὥστε μὴ μόνον στέργειν τοὺς φίλους (Ἐὰν γὰρ ἀγαπᾶτε, φησίν, τοὺς ἀγαπῶντας καὶ δανείζετε τοῖς δανείζουσιν ὑμῖν, τίνα μισθὸν ἕξετε;) ,τοιοῦτοι δὲ ἡμεῖς ὄντες καὶ τὸν τοιοῦτον βιοῦντες βίον, ἵνα κριθῆναι διαφύγωμεν, ἀπιστούμεθα θεοσεβεῖν;