Ancient Greek · ~2 min
15.60 to 15.61
Athenagoras, Legatio sive Supplicatio pro Christianis 15.60-61
Not analysed yet
Εἰ μὲν γὰρ ταὐτὸν ὕλη καὶ θεὸς, δύο ὀνόματα καθ᾿ ἑνὸς πράγματος, τοὺς λίθους καὶ τὰ ξύλα, τὸν χρυσὸν καὶ τὸν ἄργυρον οὐ νομίζοντες θεούς, ἀσεβοῦμεν. Εἰ δὲ διεστᾶσι πάμπολυ ἀπ᾿ ἀλλήλων, καὶ τοσοῦτον ὅσον τεχνίτης καὶ ἡ πρὸς τὴν τέχνην αὐτοῦ παρασκευή, τί ἐγκαλούμεθα; Ὡς γὰρ ὁ κεραμεὺς καὶ ὁ πηλός (ὕλη μὲν ὁ πηλός, τεχνίτης δὲ ὁ κεραμεύς), καὶ ὁ θεὸς δημιουργός, ὑπακούουσα δὲ αὐτῷ ἡ ὕλη πρὸς τὴν τέχνην. Ἀλλ᾿ ὡς ὁ πηλὸς καθ᾿ ἑαυτὸν σκεύη γενέσθαι χωρὶς τέχνης ἀδύνατος, καὶ ἡ πανδεχὴς ὕλη ἄνευ τοῦ θεοῦ τοῦ δημιουργοῦ διάκρισιν καὶ σχῆμα καὶ κόσμον οὐκ ἐλάμβανεν.