Ancient Greek · ~2 min
Chapter 21
Athenagoras, Legatio sive Supplicatio pro Christianis 21.90
Not analysed yet
Κρείττους δὲ λύπης· Ὢ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος Ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ᾿ ὀλοφύρεται ἦτορ. Ἐγὼ μὲν γὰρ καὶ ἀνθρώπους ἀμαθεῖς καὶ σκαιοὺς λέγω τοὺς ὀργῇ καὶ λύπῃ εἴκοντας. Ὅταν δὲ ὁ πατὴρ ἀνδρῶν τε θεῶν τε ὀδύρηται μὲν τὸν υἱόν, Αἲ αἲ ἐγών, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν Μοῖρ᾿ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι. ἀδυνατῇ δὲ ὀδυρόμενος τοῦ κινδύνου ἐξαρπάσαι, Σαρπηδὼν Διὸς υἱός, ὁ δ᾿ οὐδ᾿ ᾦ παιδὶ ἀμύνει, τίς οὐκ ἂν τοὺς ἐπὶ τοῖς τοιούτοις μύθοις φιλοθέους, μᾶλλον δὲ ἀθέους τῆς ἀμαθίας καταμέμψοιτο;