# Legatio sive Supplicatio pro Christianis 22.99

Athenagoras, Legatio sive Supplicatio pro Christianis, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athenagoras/legatio-sive-supplicatio-pro-christianis/22.99

Ὦν οὖν σωμάτων φθαρτὴ ἡ κατὰ τὴν ὕλην παραλλαγή, τίς ἂν ταῦτα πιστεύσαι θεούς; Πρὸς δὲ τοὺς λέγοντας τὸν μὲν Κρόνον χρόνον, τὴν δὲ Ῥέαν γῆν, τὴν μὲν συλλαμβάνουσαν ἐκ τοῦ Κρόνου καὶ ἀποτίκτουσαν, ἔνθεν καὶ μήτηρ νομίζεται πάντων, τὸν δὲ γεννῶντα καὶ καταναλίσκοντα, καὶ εἶναι τὴν μὲν τομὴν τῶν ἀναγκαίων ὁμιλίαν τοῦ ἄρσενος πρὸς τὸ θῆλυ, τέμνουσαν καὶ καταβάλλουσαν σπέρμα εἰς μήτραν καὶ γεννῶσαν ἄνθρωπον, ἐν ἑαυτῷ τὴν ἐπιθυμίαν, ὅ ἐστιν Ἀφροδίτη, ἔχοντα, τὴν δὲ μανίαν τοῦ Κρόνου τροπὴν καιροῦ φθείρουσαν ἔμψυχα καὶ ἄψυχα, τὰ δὲ δεσμὰ καὶ τὸν τάρταρον χρόνον ὑπὸ καιρῶν τρεπόμενον καὶ ἀφανῆ γινόμενον, πρὸς τοίνυν τούτους φαμέν· εἴτε χρόνος ἐστὶν ὁ Κρόνος, μεταβάλλει, εἴτε καιρός, τρέπεται, εἴτε σκότος ἢ πάγος ἢ οὐσία ὑγρά, οὐδὲν αὐτῶν μένει· τὸ δὲ θεῖον καὶ ἀθάνατον καὶ ἀκίνητον καὶ ἀναλλοίωτον· οὔτε ἄρα ὁ Κρόνος οὔτε τὸ ἐπ᾿ αὐτῷ εἴδωλον θεός.

---

Athenagoras, Legatio sive Supplicatio pro Christianis, ed. Francis Andrew March, William Baxter Owen. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1205.tlg001.local002/.
