Ancient Greek · ~2 min
23.113 to 23.114
Athenagoras, Legatio sive Supplicatio pro Christianis 23.113-114
Not analysed yet
Ἀλλ᾿ ἐπεὶ ἀδύνατον γεννᾶν καὶ ἀποκυΐσκεσθαι θεοὺς ἐνόμισεν, ἑπομένων τοῖς γινομένοις τελῶν, καὶ, τὸ τούτου ἀδυνατώτερον, μεταπεῖσαι τοὺς πολλοὺς ἀβασανίστως τοὺς μύθους παραδεχομένους, διὰ ταῦτα μεῖζον ἢ καθ᾿ ἑαυτὸν γνῶναι καὶ εἰπεῖν ἔφη περὶ τῆς τῶν ἄλλων δαιμόνων γενέσεως, οὔτε μαθεῖν οὔτε ἐξειπεῖν γεννᾶσθαι θεοὺς δυνάμενος. Καὶ τὸ εἰρημένον αὐτῷ· Ὁ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται διακοσμῶν πάντα καὶ ἐπιμελούμενος, τῷ δὲ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων· οὐκ ἐπὶ τοῦ ἀπὸ Κρόνου λεγομένου ἔχει Διός. Ἔστι γὰρ ἐν τούτῳ ὄνομα τῷ ποιητῇ τῶν ὅλων.