Ancient Greek · ~2 min
24.119 to 24.120
Athenagoras, Legatio sive Supplicatio pro Christianis 24.119-120
Not analysed yet
Τοῦτο γὰρ ἡ τῶν ἀγγέλων σύστασις, τῷ θεῷ ἐπὶ προνοίᾳ γεγονέναι τοῖς ὑπ᾿ αὐτοῦ διακεκοσμημένοις, ἵνα τὴν μὲν παντελικὴν καὶ γενικὴν ὁ θεὸς ἔχῃ τῶν ὅλων πρόνοιαν, τὴν δὲ ἐπὶ μέρους οἱ ἐπ᾿ αὐτοῖς ταχθέντες ἄγγελοι. Ὡς δὴ καὶ ἐπὶ τῶν ἀνθρώπων, αὐθαίρετον καὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν ἐχόντων (ἐπεὶ οὐκ ἂν οὔτ᾿ ἐτιμᾶτε τοὺς ἀγαθοὺς οὔτ᾿ ἐκολάζετε τοὺς πονηρούς, εἰ μὴ ἐπ᾿ αὐτοῖς ἦν καὶ ἡ κακία καὶ ἡ ἀρετή· καὶ οἱ μὲν σπουδαῖοι περὶ ἃ πιστεύονται ὑφ᾿ ὑμῶν, οἱ δὲ ἄπιστοι εὑρίσκονται), καὶ τὸ κατὰ τοὺς ἀγγέλους ἐν ὁμοίῳ καθέστηκεν.