Ancient Greek · ~5 min
25.123 to 25.126
Athenagoras, Legatio sive Supplicatio pro Christianis 25.123-126
Not analysed yet
Οὗτοι τοίνυν οἱ ἄγγελοι οἱ ἐκπεσόντες τῶν οὐρανῶν, περὶ τὸν ἀέρα ἔχοντες καὶ τὴν γῆν, οὐκέτι εἰς τὰ ὑπερουράνια ὑπερκύψαι δυνάμενοι, καὶ αἱ τῶν γιγάντων ψυχαὶ οἱ περὶ τὸν κόσμον εἰσὶ πλανώμενοι δαίμονες, ὁμοίας κινήσεις οἱ μὲν αἷς ἔλαβον συστάσεσιν, οἱ δαίμονες, οἱ δὲ αἷς ἔσχον ἐπιθυμίαις, οἱ ἄγγελοι, ποιούμενοι. Ὁ δὲ τῆς ὕλης ἄρχων, ὡς ἔστιν ἐξ αὐτῶν τῶν γινομένων ἰδεῖν, ἐναντία τῷ ἀγαθῷ τοῦ θεοῦ ἐπιτροπεύει καὶ διοικεῖ. Πολλάκι μοι πραπίδων διῆλθε φροντίς, Εἴτε τύχα εἴτε δαίμων τὰ βιότια κραίνει, Παρὰ τ᾿ ἐλπίδα καὶ παρὰ δίκαν Τοὺς μὲν ἀπ᾿ οἴκων ἀναπίπτοντας Ἄτερ βίου, τοὺς δ᾿ εὐτυχοῦντας ἄγει. Τὸ παρ᾿ ἐλπίδα καὶ δίκην εὖ πράττειν ἢ κακῶς ἐν ἀφασίᾳ τὸν Εὐριπίδην ἐποίησε, τίνος ἡ τοιαύτη τῶν περιγείων διοίκησις, ἐν ᾗ εἴποι τις ἄν· Πῶς οὖν τάδ᾿ εἰσορῶντες ἢ θεῶν γένος Εἶναι λέγωμεν, ἢ νόμοισι χρώμεθα; Τοῦτο καὶ τὸν Ἀριστοτέλη ἀπρονόητα εἰπεῖν τὰ κατωτέρω τοῦ οὐρανοῦ ἐποίησε, καίτοι τῆς ἀϊδίου ἐπ᾿ ἴσης ἡμῖν μενούσης προνοίας τοῦ θεοῦ· Ἡ γῆ δ᾿ ἀνάγκῃ, κἂν θέλῃ κἂν μὴ θέλῃ, Φύουσα ποίαν τἀμὰ πιαίνει βοτά· τῆς δὲ ἐπὶ μέρους πρὸς ἀλήθειαν, οὐ πρὸς δόξαν, χωρούσης ἐπὶ τοὺς ἀξίους, καὶ τῶν λοιπῶν κατὰ τὸ κοινὸν συστάσεως νόμῳ λόγου προνοουμένων.