Ancient Greek · ~2 min
30.150 to 30.151
Athenagoras, Legatio sive Supplicatio pro Christianis 30.150-151
Not analysed yet
Καὶ τότε δὴ δεκάτη γενεὴ μερόπων ἀνθρώπων, Ἐξ οὖ δὴ κατακλυσμὸς ἐπὶ προτέρους γένετ᾿ ἄνδρας. Καὶ βασίλευσε Κρόνος καὶ Τιτὰν Ἰαπετός τε, Γαίης τέκνα φέριστα καὶ Οὐρανοῦ οὓς ἐκάλεσσαν Ἄνθρωποι, Γαῖάν τε καὶ Οὐρανὸν οὔνομα θέντες, Οὕνεκα οἱ πρώτιστοι ἔσαν μερόπων ἀνθρώπων· τοὺς δ᾿ ἐπ᾿ ἰσχύϊ, ὡς Ἡρακλέα καὶ Περσέα, τοὺς δ᾿ ἐπὶ τέχνῃ, ὡς Ἀσκληπιόν; Οἷς μὲν οὗν ἢ αὐτοὶ οἱ ἀρχόμενοι τιμῆς μετεδίδοσαν ἢ αὐτοὶ οἱ ἄρχοντες, οἱ μὲν φόβῳ, οἱ δὲ καὶ αἰδοῖ μετεῖχον τοῦ ὀνόματος. Καὶ Ἀντίνους φιλανθρωπίᾳ τῶν ὑμετέρων προγόνων πρὸς τοὺς ὑπηκόους ἔτυχε νομίζεσθαι θεός. Οἱ δὲ μετ᾿ αὐτοὺς ἀβασανίστως παρεδέξαντο.