Ancient Greek · ~2 min
6.24 to 6.25
Athenagoras, Legatio sive Supplicatio pro Christianis 6.24-25
Not analysed yet
Εἰ τοίνυν οὐκ ἔστιν ἄθεος Πλάτων, ἕνα τὸν δημιουργὸν τῶν ὅλων νοῶν ἀγένητον θεόν, οὐδὲ ἡμεῖς ἄθεοι, ὑφ᾿ οὗ λόγῳ δεδημιούργηται καὶ τῷ παρ᾿ αὐτοῦ πνεύματι συνέχεται τὰ πάντα τοῦτον εἰδότες καὶ κρατοῦντες θεόν. Ὁ δὲ Ἀριστοτέλης καὶ οἱ ἀπ᾿ αὐτοῦ, ἕνα ἄγοντες οἱονεὶ ζῶον σύνθετον, ἐκ ψυχῆς καὶ σώματος συνεστηκότα λέγουσι τὸν θεόν, σῶμα μὲν αὐτοῦ τὸ αἰθέριον νομίζοντες, τούς τε πλανωμένους ἀστέρας καὶ τὴν σφαῖραν τῶν ἀπλανῶν, κινούμενα κυκλοφορητικῶς, ψυχὴν δὲ τὸν ἐπὶ τῇ κινήσει τοῦ σώματος λόγον, αὐτὸν μὲν οὐ κινούμενον, αἴτιον δὲ τῆς τούτου κινήσεως γινόμενον.