# Fragmenta 5

Axionicus, Fragmenta, 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/axionicus-comic/fragmenta-2/5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/axionicus-comic/fragmenta-2/5

γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ. ὅτε τοῦ παρασιτεῖν πρῶτον ἠράσθην μετὰ Φιλοξένου τῆς Πτερονοχοπίδος νέος ἐτ' ὤν, πληγὰς ὑπέμενον κονδυλῶν καὶ τρυβλίων ὀστῶν τε τὸ μέγεθος τοσαύτας ὥστε με ἐνίοτε τοὔλάχιστον ὀκτὼ τραύματα ἔχειν· ἐλυσίτελει γάρ· ἥττων εἰμὶ γὰρ τῆς ἡδονῆς. ἔπειτα καὶ τρόπον τινὰ τὸ πρᾶγμά μοι λυσίτελές εἶναι νενομίκα. οἷον φίλερός τίς ἐστι καὶ μάχεται τί μοι· μετεβαλόμεν πρὸς τοῦτον, ὅσα τ' εἴρηκέ με κακῶς ὁμολογῶν εὐθέως οὐ βλάπτομαι. πονηρὸς ὤν τε χρηστὸς εἶναι φησὶ τις· ἐγκωμιάζων τοῦτον ἀπέλαβον χάριν. γλαύκον βεβρωκὼς τέμαχος ἔφθον τήμερον αὔριον ἔσθλον τοῦτ' ἔχων οὐχ ἄχθομαι. τοιοῦτος ὁ τρόπος ἐστὶν ἡ φύσις τέ μου.

---

Axionicus Comic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000594.
