# Fragmenta 1

Axionicus, Fragmenta, Play Phileu. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/axionicus-comic/fragmenta/1

Ἄλλον δ' ἰχθὺν
μεγέθει πίσυνόν τινα τοῖσδε τόποις
ἥκει κομίσας
γλαῦκός τις ἐν πόντῳ γαλεοὺς
σῖτον ὀψοφάγων καὶ λίχνων ἀνδρῶν
ἀγάπημα φέρων κατὰ τῶν ὤμων.
τίνα τῷδ' ἐνέπω τὴν σκευασίαν;
πότερον χλωρῷ τρίμματι βρέξας,
ἢ τῆς ἀγρίας ἅλμης πάσμασι
σῶμα λιπάνας
πυρὶ παμφλέκτῳ παραδώσω;
ἔφα τις ὡς ἅλμῃ θερμῇ
τοῦτο φάγοι γ' ἑφθὸν ἀνὴρ Μοσχίων φίλαυλος.
βοᾷ δ' ὄνειδος ἴδιον, ὦ Καλαίδη·
σὺ μὲν ἀμφὶ σῦκα καὶ ἀμφὶ τάριχ' ἀγάλλει,
τοῦ δ' ἐν ἅλμῃ παρεόντος οὐ γεύει χαρίεντος ὄψου.

---

Axionicus Comic., Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0424.tlg002.local001/.
