Ancient Greek
Book 1, Chapter 2
Babrius, Fabulae Aesopeae 1.2.100
Not analysed yet
Λύκῳ συνήντα πιμελὴς κύων λίην.
(99) ὃ δʼ αὐτὸν ἐξήταζε, ποῦ τραφεὶς οὕτως
μέγας κύων ἐγένετο καὶ λίπους πλήρης.
ἄνθρωπος“ εἶπε „δαψιλής με σιτεύει. “
„ὁ δέ σοι τράχηλος“ εἶπε „πῶς ἐλευκώθη; “
„κλοιῷ τέτριπται σάρκα τῷ σιδηρείῳ,
ὃν ὁ τροφεύς μοι περιτέθεικε χαλκεύσας. “
λύκος δʼ ἐπʼ αὐτῷ καγχάσας „ἐγὼ τοίνυν
χαίρειν κελεύω“ φησί „τῇ τρυφῇ ταύτῃ,
διʼ ἣν σίδηρος τὸν ἐμὸν αὐχένα τρίψει. “