# Fabulae Aesopeae 1.2.78-84

Babrius, Fabulae Aesopeae, Book 1, Chapter 2, lines 1.2.78-1.2.84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/babrius/fabulae-aesopeae/1.2.78

Κόραξ νοσήσας εἶπε μητρὶ κλαιούσῃ·
,μὴ κλαῖε, μῆτερ, ἀλλὰ τοῖς θεοῖς εὔχου
νόσου με δεινῆς καὶ πόνων ἀνασφῆλαι.‘
„καὶ τίς σε, τέκνον“ φησι, „τῶν θεῶν σώσει;
τίνος γὰρ ὑπὸ σοῦ βωμὸς οὐκ ἐσυλήθη;“
Κρέας κύων ἔκλεψεν ἐκ μαγειρείου,
καὶ δὴ παρῄει ποταμόν· ἐν δὲ τῶ ῥείθρῳ
πολὺ τοῦ κρέως ἰδοῦσα τὴν σκιὴν μείζω,
τὸ κρέας ἀφῆκε, τῇ σκιῇ δʼ ἐφωρμήθη.
ἀλλʼ οὔτʼ ἐκείνην εὗρεν οὔθʼ ὅ βεβλήκει,
πεινῶσα δʼ ὀπίσω τὸν πόρον διεξῄει.
Κάμηκον ἠνάγκαζε δεσπότης πίνων
ὀρχεῖσθ᾿ ὑπʼ αὐλοῖς κυμβάλοις τε χαλκείοις.
ἣ δʼ εἶπʼ „ἐμοὶ γένοιτο κἀν ὁδῷ βαίνειν
| ἄνευ γέλωτος, μή τι κἀν χορῷ παίζειν |
μὴ καταγέλαστον, μήτι πυρρίχην παίζειν.
Κερδοῖ πίθηκος εἶπεν „ἣν ὁρᾷς στήλην,
ἐμοὶ πατρῴη τʼ ἐστὶ κἄτι παππῴη.“
κερδὼ πιθήκῳ φησίν „ὡς θέλεις ψεύδου,
ἔλεγχον οὐκ ἔχουσα τῆς ἀληθείης.“
Κοιμωμένου λέοντος ἀγρίης χαίτης
διέδραμεν μῦς· ὁ δὲ λέων ἐθυμώθη,
φρίξας δὲ χαίτην ἔθορε φωλάδος κοίτης.
κερδὼ δʼ ἐπεχλεύαζεν. ὡς ἐκινήθη
πρὸς μῦν ὁ πάντων θηρίων δυναστεύων.
ὃ δʼ „οὐχὶ τὸν μῦν“ εἶπεν, „ὦ παλαμναίη,
δέδοικα, μή μου τὴν δορὴν κνίσῃ φεύγων·
χαίτην δʼ ἔμελλε τὴν ἐμὴν καταισχύνειν·“
Κριθάς τις ἵππου πανδοκεῦσι πωλήσας
ἱππόκομος, εἶτα πᾶσαν ἑσπέρην πίνων,
ἔψηχεν ἐκτένιζεν ἡμέρῃ πάσῃ.
ὁ δʼ εἶπεν εἰ θέλεις με ταῖς ἀληθείαις
καλὸν γενέσθαι, τὸ τρέφον με μὴ πώλει.“
Κώνωψ ἐπιστὰς κέρατι καμπύλῳ ταύρου
μικρόν τʼ ἐπισχὼν εἶπε ταῦτα βομβήσας·
„εἴ σου βαρύνω τὸν τένοντα καὶ κλίνω,
καθεδοῦμ᾿ ἀπελθὼν ποταμίης ἐπʼ αἰγείρου.“
ὃ δʼ „οὐ μέλει μοι“ φησίν, „οὔτʼ ἐὰν μείνῃς,
οὔτʼ ἢν ἀπέλθῃς· οὐδʼ ὅτʼ ἦλθες ἐγνώκειν.“

---

Babrius, Fabulae Aesopeae, ed. Otto Crusius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0614.tlg001.local002/.
