# Fabulae Aesopeae 16

Babrius, Fabulae Aesopeae, Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/babrius/fabulae-aesopeae/16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/babrius/fabulae-aesopeae/16
CTS URN: urn:cts:greekLit:tlg0614.tlg001:16

Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα, καὶ συλλέγων οὖν ἕνα καθʼ ἕνα κατήσθιεν. οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι εἶπον πρὸς αὑτούς· „ συγκατέλθωμεν κάτω κἀς τὰς ὀπὰς δύνωμεν, ἵνα μὴ παντελῶς ἀπολεσθῶμεν· τοῦ γὰρ αἰλούρου μηκέτι δυναμένου ἐφικνεῖσθαι ἐκεῖσε ἡμεῖς διασωθησόμεθα· †ὃ δὲ μὴ δυνάμενος αὐτῶν ἐφικέσθαι, δεῖν ὠήθη καὶ ἔγνω διʼ ἐπινοίας καὶ μηχανῆς αὐτοὺς ἐκκαλεῖσθαι. ἀναβὰς γὰρ ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἔνθεν ἀποκρημνίσας τε καὶ κρεμάσας, προσεποιεῖτο αὐτὸν νεκρὸν εἶναι. τῶν δὲ μυῶν τις παρακύψας ὡς ἐθεάσατο αὐτὸν ἔφη „ὦ οὗτος, κἂν θύλαξ γένῃ σύ, οὐ προσελευσόμεθά σοι.“

---

Babrius, Fabulae Aesopeae, ed. Otto Crusius. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0614.tlg001.local002/.
