# Fabulae Aesopeae 3.26-31a

Babrius, Fabulae Aesopeae, Book 3, II Tetrasticha a versificatoribus recentioris aetatis conglutinata., lines 3.26-3.31a. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/babrius/fabulae-aesopeae/3.26

Ῥάβδῳ κατῆξεν αἰγὸς αἰπόλος κέρας.
ἣν ἐλιπάρει μὴ κατειπεῖν δεσπότῃ.
στραφεῖσα δʼ αὐτὴ πρὸς αὐτὸν τοιαῦτʼ ἔφη·
ἐγὼ σιωπῶ καὶ κράζεται τὸ κέρας.“
Εἰς μάνδρα ποιμὴν τὸ πρόβατον εἰσάγων
λύκον μετʼ αὐτοῦ ἔμελλεν εἰσαγάγοι.
κύων δὲ ἰδὼν πρὸς αὐτὸν οὕτως λέγει·
,,πῶς ἄγων τοῦτον ἔνδοθεν εἰς τὴν μάνδραν
ποίμνια βούλει σοι τοῦ ζωογονεῖσθαι; “
Βοσκήμασιν συνῆγέ τις ποιμὴν λύκον.
κύων δέ φησιν ,,ὦ νομεῦ, χρηστοὺς τρόπους·
εἰ ταῦτα βούλει σῶα τυγχάνειν ὅλως,
πῶς ἐντὸς ἄγεις τὸν λυμαντῆρα λύκον;“
Ἔπη προκύψας τοῦ Λυκόφρονος λύκος
ἄττει πρὸς ὄρνιν ταῦτα τοῦ φράσαι χάριν·
ἣ δʼ αὖ μαθητὴν ὡς ἴδεν κεχηνότα,
τείνει πτεροῖσι πρὸς φυγὴν ἠπειγμένη.
Ὁ τῷ πηλῷ δὲ συζῶν βάτραχος οὕτως
ἀνεβόησε πᾶσι τοῖς ζώοις λέγων·
,,ἰατρός εἰμι φαρμάκων ἐπιστήμων.“
,,καὶ πῶς δέ“ φησὶν ἀλώπηξ ,,ἄλλους σώζεις,
σαυτὸν δὲ χωλὸν ὄντα †μηδαμῶς θεραπεύεις;“
Βάτραχος ηὔχει πᾶσιν ἐν ζώοις †ἔχειν
ἰλῦϊ συζῶν φαρμάκων γνῶσιν ἔχειν
ὡς ἰατρὸς ἄριστος· ἀλώπηξ δʼ ἔφη
,, καὶ πῶς σεαυτὸν οὐκ ἰᾷ τὸν χωλόπουν;“
Πέρδικαν δέ γε κυνηγός τις ἀγρεύσας
ἔμελλεν αὐτὸς ταύτην τοῦ καταθῦσαι.
ἣ δὲ ἐθρήνει ταῦτα βοῶσα οὕτως·
,,ἔμεσόν με ζῆν, κυνηγέτα περδίκων,
ὅπως ἐγὼ πέρδικας πολλὰς προσάξω.“
ὃ δὲ πρὸς αὐτὴν ταῦθʼ οὕτως †ἐβόα·
διὰ γὰρ τοῦτο μᾶλλον ἐγώ σε θύσω,
ὅτι φίλους σοὺς προσενεδρεῦσαι θέλεις.“
Θήρᾳ κυνηγὸς εἶλε πέρδικάν ποτε,
θύειν δʼ ἔμελλεν· ἣ δʼ ,,ἄφες ζώειν“ λέγεν·
φωναῖς ἐμαῖς γὰρ περδίκων πλῆθος λάβῃς.“
,,πᾶσα φίλοις τοία γε τῆς δίκης θάνῃς
Τράγος δὲ πάλιν διψήσας ἐν τῷ θέρει
κάτω κατῆλθεν εἰς φρέαρ πιεῖν ὕδωρ.
ὅπως ἀνελθεῖν ἐκ τοῦ βάθους ὁ τράγος.
ἡ δὲ ἀλώπηξ τοῦτον ἐμβλεψψαμένη
ἐμειδίασε καὶ πρὸς αὐτὸν ἐλάλει
,,ὦ ἀνόητε καὶ βραδὺ τῇ καρδίᾳ,
εἰ εἶχες φρένας ὡς ἐν πώγωνι τρίχας,
οὐκ ἂν κατῄεις, εἰ μὴ ἄνοδον οἶδας.“

---

Babrius, Fabulae Aesopeae, ed. Otto Crusius. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0614.tlg001.local002/.
