# Fabulae Aesopeae 8

Babrius, Fabulae Aesopeae, Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, II. ΙΑΜΒΟΙ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/babrius/fabulae-aesopeae/8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/babrius/fabulae-aesopeae/8
CTS URN: urn:cts:greekLit:tlg0614.tlg001:8

Αἴσωπός ὁ λογοποιὸς σχολὴν ἄγων εἰς ναυπήγιον εἰσῆλθεν. τῶν δὲ ναυπηγῶν σκωπτόντων τε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν (e), Αἴσωπος ἔλεγε „τὸ παλαιὸν χάος τε καὶ ὕδωρ γενέσθαι, τὸν δὲ Δία νοούμενον καὶ τὸ γῆς στοιχεῖον ἀναδεῖξαι παραινέσαι αὐτῇ ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν †θάλασσαν· κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν· ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδίʼ ἀπεγύμνωσεν· εἰ δὲ δόξειεν καὶ τὸ τρίτον αὐτῇ πάντοθʼ ἐκπιεῖν ὕδωρ, ἄχρηστος ὑμῖν ἡ τέχνη γενήσεται.“

---

Babrius, Fabulae Aesopeae, ed. Otto Crusius. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0614.tlg001.local002/.
