# Encomia (fragmenta) 3

Bacchylides, Encomia (fragmenta), Fragment 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/bacchylides/encomia-fragmenta/3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/bacchylides/encomia-fragmenta/3
CTS URN: urn:cts:greekLit:tlg0199.tlg020:3

[ΑΛΕΞΑ]Ν[ΔΡΩΙ ΑΜΥΝΤ]Α
Ὦ βάρβιτε, μηκέτι πάσσαλον φυλ̣ά̣σ̣[σων]
ἑπτάτονον λ[ι]γυρὰν κάππαυε γᾶρυν·
δεῦρ' ἐς ἐμὰς χέρας· ὁρμαίνω τι πέμπ[ειν]
χρύσεον Μουσᾶν Ἀλεξάνδρῳ πτερὸν
καὶ συμπος[ίαι]σιν ἄγαλμ' [ἐν] εἰκάδες[σιν,]
εὖτε νέων ἁ[παλὸν] ⌞γλυκεῖ' ἀ⌟νάγκα
σευομενᾶν κ⌞υλίκων θάλπη⌟σι θυμ⌞όν,⌟
Κυπριδός τ' ἐλπ⌞ὶς δ<ι>αιθύσσῃ φρέ⌟νας,
ἀμμειγνυμέν⌞α Διονυσίοισι⌟ δώροις·
ἀνδράσι δ' ὑψο⌞τάτω πέμπει⌟ μερίμν⌞ας·⌟
αὐτίκ⌞α⌟ μὲν π⌞ολίων κράδ⌟εμνα ⌞λύει,⌟
πᾶς⌞ι δ' ἀνθρώποις μοναρ⌟χής⌞ειν δοκεῖ·⌟
χρυ⌞ς⌟ῷ ⌞δ' ἐλέφαντί τε μαρμ⌟αίρ⌞ουσιν οἶκοι,⌟
πυροφ⌞όροι δὲ κατ' αἰγλάεντ⌟α πό[ντον]
νᾶες ἄγο⌞υσιν ἀπ' Αἰγύπτου μέγιστον⌟
πλοῦτον· ὣς ⌞πίνοντος ὁρμαίνει κέαρ.⌟
Ὦ π[α]ῖ μεγαλ[–⏑⏑]υ̣ [⏓– Ἀμύντα]
[–⏑]ε̣ουπ[⏑⏑–⏓–]ον[––]
[–⏑]λάχ[ον·] τί γὰρ ἀνθρώ[ποισι μεῖζον]
[κέρδο]ς ἢ θυμῷ χαρίζε[σθα]ι κ[αλὰ]
[––]φρονο[.........]ρά̣[...]κα[ ]
–⏑επερ[..].....[..]μ̣[ ]
[–⏑⏑]φησ̣ σκότος· ὀλβ̣[⏓–⏑––]
[οὔτις] ἀνθρώπων διαισ[––⏑–]
[αἰῶ]νος· ἴσας δ' ὁ τυχὼν [⏓–⏑––]
[.]σ̣[....] α̣τ̣α̣ι̣τ̣οσα[ ]
[.]ε̣[ –– ]ον θέμεθ[λ–⏓–⏑––]
θυ[⏑–⏓–] ποτε τρω[–⏑–]
θα[–⏑⏑ ]αν ζαθεο̣[⏓–⏑–⏓]
μν[–⏑⏑– ]ατε δη κα̣[ ]
[–⏑⏑ ἡ]μ̣ίθεοι[ ]π̣[ ]
[ ]νσυνβ[ ]ηκι̣τ̣[ ]ου[ ]

---

Bacchylides Lyr., Encomia (fragmenta). Text: CLLG Freed Corpus (Inria), via The Greek Library, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0199.tlg020.local001/.
