Ancient Greek · ~2 min
Chapter 11
Barnabas, Βαρνάβα ἐπιστολή 11.8
Not analysed yet
αἰσθάνεσθε, πῶς τὸ ὕδωρ καὶ τὸν σταυρὸν ἐπὶ τὸ αὐτὸ ὥρισεν. τοῦτο γὰρ λέγει: μακάριοι, οἲ ἐπὶ τὸν σταυρὸν ἐλπίσαντες κατέβησαν εἰς τὸ ὕδωρ, ὅτι τὸν μὲν μισθὸν λέγει ἐν καιρῷ αὐτοῦ: τότε, φησίν, ἀποδώσω. νῦν δὲ ὅ λέγει: τὰ φύλλα οὐκ ἀπορυήσεται, τοῦτο λέγει: ὅτι πᾶν ῥῆμα, ὃ ἐὰν ἐξελεύσεται ἐξ ὑμῶν διὰ τοῦ στόματος ὑμῶν ἐν πίστει καὶ ἀγάπῃ, ἔσται εἰς ἐπιστροφὴν καὶ ἐλπίδα πολλοῖς.