Ancient Greek · ~3 min
12.3 to 12.6
Barnabas, Βαρνάβα ἐπιστολή 12.3-6
Not analysed yet
πρὸς τί; ἵνα γνῶσιν ὅτι οὐ δύνανται σωθῆναι, ἑὰν μὴ ἐπ’ αὐτῷ ἐλπίσωσιν. καὶ πάλιν ἐν ἑτέρῳ προφήτῃ λέγει: Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθῆ καὶ ἀντιλέγοντα ὁδῷ δικαίᾳ μου. πάλιν Μωϋσῆς ποιεῖ τύπον τοῦ Ἰησοῦ, ὅτι δεῖ αὐτὸν παθεῖν, καὶ αὐτὸς ζωοποιήσει, ὃν δόξουσιν ἀπολωλεκέναι, ἐν σημείῳ πίπτοντος τοῦ Ἰσραήλ, ʽἐποίησεν γὰρ κύριος πάντα ὄφιν δάκνειν αὐτούς, καὶ ἀπέθνησκον ἐπειδὴ ἡ παράβασις διὰ τοῦ ὄφεως ἐν Εὔᾳ ἐγένετὀ. ἵνα ἐλέγξῃ αὐτούς. ὅτι διὰ τὴν παράβασιν αὐτῶν εἰς θλῖψιν θανάτου παραδοθήσονται. πέρας γέ τοι αὐτὸς Μωϋσῆς ἐντειλάμενος: Οὐκ ἔσται ὑμῖν οὔτε χωνευτὸν οὔτε γλυπτὸν εἰς θεὸν ὑμῖν. αὐτὸς ποιεῖ, ἵνα τύπον τοῦ Ἰησοῦ δείξῃ. ποιεῖ οὖν Μωϋσῆς χαλκοῦν ὄφιν καὶ τίθησιν ἐνδόξως καὶ κηρύγματι καλεῖ τὸν λαόν.