Ancient Greek · ~3 min
13.1 to 13.4
Barnabas, Βαρνάβα ἐπιστολή 13.1-4
Not analysed yet
Ἴδωμεν δὲ εἰ οὗτος ὁ λαὸς κληρονομεῖ ἡ ὁ πρῶτος, καὶ εἰ ἡ διαθήκη εἰς ἡμᾶς ἢ εἰς ἐκείνους. ἀκούσατε οὖν περὶ τοῦ λαοῦ τί λέγει ἡ γραφή: Ἐδεῖτο δὲ Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν: καὶ συνέλαβεν. εἶτα ἐξῆλθεν Ῥεβέκκα πυθέσθαι παρὰ κυρίου, καὶ εἶπεν κύριος πρὸς αὐτήν: Δύο ἔθνη ἐν τῇ γαστρί σου καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου, καὶ ὑπερέξει λαὸς λαοῦ καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. αἰσθάνεσθαι ὀφείλετε, τίς ὁ Ἰσαὰκ καὶ τίς ἡ Ῥεβέκκα. καὶ ἐπὶ τίνων δέδειχεν, ὅτι μείζων ὁ λαὸς οὗτος ἢ ἐκεῖνος. καὶ ἐν ἄλλῃ προφητείᾳ λέγει φανερώτερον ὁ Ἰακὼβ πρὸς Ἰωσὴφ τὸν υἱὸν αὐτοῦ, λέγων: Ἰδού, οὐκ ἐστέρησέν με κύριος τοῦ προσώπου σου: προσάγαγέ μοι τοὺς υἱούς σου, ἵνα εὐλογήσω αὐτούς.