Ancient Greek · ~1 min
3.1 to 3.2
Barnabas, Βαρνάβα ἐπιστολή 3.1-2
Not analysed yet
Λέγει οὖν πάλιν περὶ τούτων πρὸς αὐτούς: Ἱνατί μοι νηστεύετε, λέγει κύριος, ὡς σήμερον ἀκουσθῆναι ἐν κραυγῇ τὴν φωνὴν ὑμῶν; οὐ ταύτην τὴν νηστείαν ἐγὼ ἐξελεξάμην, λέγει κύριος, οὐκ ἄνθρωπον ταπεινοῦντα τὴν ψυχὴν αὐτοῦ, οὐδ̓ ἂν κάμψητε ὡς κρίκον τὸν τράχηλον ὑμῶν καὶ σάκκον ἐνδύσησθε καὶ σποδὸν ὑποστρώσητε, οὐδ̓ οὕτως καλέσετε νηστείαν δεκτήν.