# Adversus Eunomium (Libri 5) 664.1

Basilius, Adversus Eunomium (Libri 5), 664.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/664.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/664.1

σχηδε τοῦ ὑγιαίνοντος σώματος τῆς Ἐκκλησίας ἀπορρήγαν. Ἄλλ' ἐν Κωνσταντινουπόλει (71); Ἄλλ' οὐδὲν ἔχει ἀπολογίας ἐδεὶ καὶ λόγων. Τοὺς γὰρ ἐκ τῆς βασιλικῆς αὐλῆς, καὶ τῶν λοιπῶν τοὺς τὰ μέγιστα δυναμένους ἑαυτῶν ποιησαμένους, ἐκ πολλοῦ τοῦ περιόντος τοῖς πράγμασι προσφερόντο· αὐτοὶ καὶ κατήγοροι, καὶ δικασταί, καὶ δῆμοι, καὶ πάντα ὅντες ὅσα ἐβούλοντο, ὅτε, τῶν ἐπισκόπων τοὺς μὲν ἐκβάλλοντας, τοὺς δὲ ἐγκαθιστῶντες, τοὺς δὲ τὸν περὶ τοῦ ἤν ἐπιχρεμῶντες (72) κίνδυνον, αὐτοὶ τὰς πόλεις ἐν ἀλλήλοις κατ' ἑξουσίαν πολλὴν διελάγχανον· καὶ ὁ μὲν τις τῶν (73) ἐν Συρίᾳ πόλεων ἐκπεσῶν, τὴν Κωνσταντινούπολιν, ὡς περὶ τυραννίδα, κατεἔλαβεν· αὐτὸς δὲ οὗτος ὁ ὀμαχὸς καὶ δεινὸς λογογράφος (74) ἅπλον τῆς ἀσεβείας τὴν Κυζίκων ἀπεγράφτο· Θεοσέβει δὲ μετὰ τοὺς ἐπὶ ταῖς ἀρρήτοις βλασφημίαις ἐλέγχους ἡ Ἐκκλησία Σάρδεσιν προἐστη. Καὶ σιωπῶ Βιθυνούς, καὶ Παφλαγόνας, καὶ Ἠλικας, καὶ πάντας ὅσους ἐν κύκλῳ (75) φερομένους τὸ κακὸν ἐπενέαινε. Ποίας οὖν ἀπολογίας ἐπὶ καιρὸς ἦν τότε; Ἄλλ', οἶμαι, οὐδὲ βουλομένων δυνατὸν ἦν ὑφίστασθαι. Ἄστε παντὸς ἀληθεύτερον, ὅτι τὸ σχῆμα τοῦ λόγου μηχάνημα αὐτῇ πρὸς τὴν ἀπάτην (76) ἐστίν. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ὁ δέ, μικρὸν προελθὼν, σκέψασθε οἷα γράφει. Οὐδὲ γὰρ ἀχρηστον ἴσως πρὸ τῶν ἐλέγχων τῆς ἀσεβείας ὀλίγα τοῦ περὶ αὐτὸν τύπου παραδηλώσαι.

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
