# Adversus Eunomium (Libri 5) 682.2

Basilius, Adversus Eunomium (Libri 5), 682.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/682.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/682.2

13. Ὁ μὲν γε περὶ τῆς κτίσεως ἡμῖν διαλεχθεὶς, τοσοῦτον ἡμᾶς ἐδίδαξεν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος · ἐφαίνειν ἠγούμενος τὸν ποιήσαντα αὐτὴν καὶ διακοσμήσαντα διαγγέλλει· τὶς δὲ ἡ οὐσία ταύτης περιεργάσεσθαι, ὡς μάταιον καὶ ἀνωφελὲς τοῖς ἀκούουσι παρατήρησαι. Εἰ τοίνυν μήτε ἐκ τῆς αἰσθήσεως μαρτυρίας, μήτε ἐκ τοῦ λόγου διδασκαλίας, ἡ γνώσις αὐτῆς βεβαιούται, πῶθεν ἐπὶ φήσουσι τὴν κατάληψιν αὐτῆς ἔρχεσθαι ; Τὸ μὲν γὰρ ὅσον αὐτῆς αἰσθητόν, ἢ χρώμα ἐστιν, ἢ ὕγκος, ἢ βάρος, ἢ κουφότης, ἢ πυκνότης, ἢ χαυνότης, ἢ ἀντιτυπία, ἢ ἀπαλότης, ἢ ψυχρότης, ἢ θερμότης, ἢ αἱ κατὰ τοὺς χυμοὺς ποιότητες, αἱ αἱ κατὰ σχῆμα διαφοραὶ (82)· ὧν οὐδὲν ἄν οὐσίαν εἴποιεν οὗτοι, οὐδ’ εἴ πάντα ῥαδίως λέγοιεν. Λόγῳ δὲ πάλιν οὐδὲν γέγonen θεωρητὴ τῶν σοφῶν καὶ μακαρίων ἀνδρῶν· ποῖος οὖν ἐτὶ τρόπος τῆς γνώσεως ὑπολείπεται (83) ; Ἀποκρινάθωσαν ἡμῖν οἱ περιφρονούντες μὲν πάντα τὰ ἐν ποσὶ, διαβαίνοντες δὲ τὸν οὐρανὸν, καὶ πάσας τὰς ὑπερκοσμίους δυνάμεις, αὐτὴ δὲ τῇ πρώτῃ οὐσίᾳ διὰ τοῦ νοῦ συνάπτόμενοι. Ἄλλ’ οἷοικεν ὁ τύφος πάντων εἶναι τῶν ἐν ἀνθρώποις παθῶν (84) χαλεπώτατον, καὶ ὅνως τῷ τοῦ διαβόλου κρίματι περιβάλλειν, οὓς ἂν προσγένηται (85). Ὧθεν καὶ οὗτοι οὐδὲ τῆς γῆς, ἣν καταπατοῦσι, τὴν φύσιν, ἥτις ἐστιν, ἐπιστάμενοι, αὐτὴν ἐμβατεύειν τὴν οὐσίαν τοῦ Θεοῦ τῶν ὅλων ἀλαζονεύονται (86). Καὶ τοῖς μὲν ἁγίοις αὐτοῦ ὁ Θεός, τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, ὧν, διὰ τὸ εἰς πᾶσαν ἀρετὴν τελεῖν, καὶ τὸ Θεὸς ὀνομάζεσθαι, ὡς τι ἐξαιρετον καὶ πρέπον τῇ ἑαυτοῦ μεγαλειότητι, προσετίμησε, λέγων ἑαυτὸν Θεὸν Ἀβραὰμ, καὶ Θεὸν Ἰσαὰκ, καὶ Θεὸν Ἰακώβ· Τοῦτο γὰρ μού ἐστιν (87) ὄνομα αἰώνιον, φησὶ, καὶ μνημένον γενεῶν γενεαῖς. Τούτοις τοίνυν οὐδὲ τὸ ὄνομα ἑαυτοῦ ἐδήλωσεν ὁ Θεός, ὅπου γε τὴν οὐσίαν ἥτις ἐστὶν ἀπεκάλυψεν. Ἐγὼ γάρ, φησὶ, Κύριος καὶ ὤφθην πρὸς Ἀβραὰμ (88), καὶ Ἰσαὰκ, καὶ Ἰακώβ, Θεὸς ὧν αὐτῶν· καὶ τὸ ὄνομά μου οὐκ ἐδηλώσα αὐτοῖς· ὡς μείζονα δηλονότι ἢ ὥστε ἀνθρωπίνῃ ἀκοῇ χωρηθῆναι. Εὐνομίῳ (89) δέ, ὡς ξοι-

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
