# Adversus Eunomium (Libri 5) 692.2

Basilius, Adversus Eunomium (Libri 5), 692.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/692.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/692.2

B 13. Ὁ μὲν γε περὶ τῆς κτίσεως ἡμῖν διαλεχθεὶς, τοσοῦτον ἡμᾶς ἐδίδαξεν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· ἐξαρχειν ἠγούμενος τὸν ποιήσαντα αὐτὴν καὶ διακοσμήσαντα διαγγεῖλαι· τὶς δὲ ἡ οὐσία ταύτης περιεργάζεσθαι, ὡς μάταιον καὶ ἄνωσελὲς τοῖς ἀκούουσι παρητήσατο. Εἰ τοίνυν μήτε τῇ ἐκ τῆς αἰσθήσεως μαρτυρίᾳ, μήτε εἰ τοῦ λόγου διδασκαλία, ἡ γνώσις αὐτῆς βεβαιοῦται, πῶθεν ἐπὶ σφσοῦσι τὴν κατάληψιν αὐτῆς ἔαρχῆναι; Τὸ μὲν γὰρ ὅσον αὐτὴς αἰσθητόν, ἡ χρώμα ἐστιν, ἡ ὄγκος, ἡ βάρος, ἡ κουφότης, ἡ πυκνότης, ἡ χαυνότης, ἡ ἀντιτυπία, ἡ ἀπαλότης, ἡ ψυχρότης, ἡ θερμότης, ἡ αἰ κατὰ τοὺς χυμοὺς ποιότητες, ἡ αἰ κατὰ σχῆμα διαφοραὶ (82)· ὧν οὐδὲν ἂν οὐσίαν εἴποιεν οὗτοι, οὐδὲ εἰ πάντα ῥαδίως λέγοιεν. Λόγῳ δὲ πάλιν οὐδενὶ γέγονε θεωρητὴ τῶν σοφῶν καὶ μακαρίων ἀνδρῶν· ποῖος οὖν ἐπὶ τρόπος τῆς γνώσεως ὑπολείπεται (83); Ἀποκρινάθωσαν ἡμῖν οἱ περιφρονούντες μὲν πάντα τὰ ἐν ποσί, διαβαινόντες δὲ τὸν οὐρανόν, καὶ πάσας τὰς ὑπερκοσμοὺς δυνάμεις, αὐτὴ δὲ τῇ πρώτῃ οὐσίᾳ διὰ τοῦ νοῦ συνάπτόμενοι. Ἄλλ' εἴοικεν ὁ τύφος πάντων εἶναι τῶν ἐν ἀνθρώποις παθῶν (84) χαλεπώτατον, καὶ δνως τῷ τοῦ διαβόλου κήματι περιδάλλειν, οἷς οὐδὲ προστέγναι (85). Ὅθεν καὶ οὗτοι οὐδὲ τῆς γῆς, ἣν καταπατοῦσι, τὴν φύσιν, ἥτις ἐστίν, ἐπιστάμενοι, αὐτὴν ἐμβατεύειν τὴν οὐσίαν τοῦ Θεοῦ τῶν ὅλων ἀλαζευόνται (86). Καὶ τοῖς μὲν ἁγίοις αὐτοῦ ὁ Θεός, τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, ὧν, διὰ τὸ εἰς πᾶσαν ἀρετὴν τελεῖν, καὶ τὸ Θεὸς ὀνομάζεσθαι, ὡς τι ἐξαιρετον καὶ πρέπον τῇ ἑαυτοῦ μεγαλειότητι, προετίμησε, λέγων ἑαυτὸν Θεὸν Ἄβραὰμ, καὶ Θεὸν Ἰσαὰκ, καὶ Θεὸν Ἰακώβ· Τοῦτο γὰρ μόν ἐστιν (87) ὄνομα αἰώνιον, φησι, καὶ μημέννυτον γενεῶν γενεαῖς. Τοῦτοις τοίνυν οὐδὲ τὸ ὄνομα ἑαυτοῦ ἐδήλωσεν ὁ Θεός, ἵπουν γε τὴν οὐσίαν ἥτις ἐστὶν ἀπεκάλυψεν. Ἐγὼ γάρ, φησι, Κύριος· καὶ ὤφθην πρὸς Ἀβραὰμ (88), καὶ Ἰσαὰκ, καὶ Ἰακώβ, Θεὸς ὤν αὐτῶν· καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς· ὡς μεῖζον δηλοῦντι· ἢ ὥστε ἀνθρωπίνῃ ἀκοῇ χωρηθῆναι. Εὐνομίῳ (89) δὲ, ὡς ἔοι-

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
