# Adversus Eunomium (Libri 5) 693.4

Basilius, Adversus Eunomium (Libri 5), 693.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/basilius-theol/adversus-eunomium-libri-5/693.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/basilius-theol/adversus-eunomium-libri-5/693.4

14. Ὑμᾶι δὲ οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ πᾶσαν λογικὴν φύσιν ὑπερβαίνειν αὐτῆς τὴν κατάφωσιν. Λογικὴν δὲ νῦν τὴν ἐν τῇ κτίσει λέγω. Ὡς γὰρ μόνῳ γνωστὸς ὁ Πατὴρ, καὶ τῷ ἁγίῳ Πνεύματι · ἐτι Οὐδεὶς οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱός · καὶ, Τὸ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Οὐδεὶς γὰρ οἶδε, φησί, τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ (91) · καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἐγνώρει εἰ μὴ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ. Τί οὖν ἐξέχοντον τῇ γνώσει τοῦ Μονογενοῦς ἢ τοῦ ἁγίου Πνεύματος καταλείψουσιν, εἰπερ αὐτοῦ τῆς οὐσίας αὐτὴς ἔχουσι τὴν κατάληψιν; Οὐ γὰρ δή, τῆς δυνάμεως, καὶ τῆς ἀγαθότητος, καὶ τῆς σοφίας τοῦ Θεοῦ τῷ Μονογενεῖ τὴν θεωρίαν προσνεμαντες, σύμμετρον ἑαυτοῖς θήσονται τῆς οὐσίας τὴν κατανόησιν. Πάν γὰρ που τὸ ἐναντίον, εἰχὸς αὐτὴν μὲν τὴν οὐσίαν ἀπερίσποτον εἶναι παντὶ, πλὴν τῷ τῷ (92) Μονογενεῖ καὶ τῷ ἁγίῳ Πνεύματι · ἐκ δὲ τῶν ἐνεργειῶν τοῦ Θεοῦ ἀναγεύοντας ἡμᾶς, καὶ διὰ τῶν ποιημάτων τὸν ποιητὴν ἐννοοῦντας, τῆς ἀγαθότητος αὐτοῦ καὶ τῆς σοφίας λαμβάνειν τὴν σύνεσιν. Τοῦτο γὰρ ἐστι τὸ γνωστὸν τοῦ Θεοῦ (93), ὁ πᾶσιν ἀνθρώποις ὁ Θεὸς ἐφανέρωσεν. Ἐπεὶ γε ὅσα παρὰ τοῖς θεολόγοις περὶ οὐσίας Θεοῦ ἀναγεγράφθαι δοκεῖ τροπολογίαις τισιν ἢ καὶ ἀλληγορίαις, πρὸς ἑτέρας ἐννοίας οἱ λόγοι φέρουσιν. Ὥστε εἰ τις ἀδασαντισὼς κατὰ τὴν παράγειρον ἐκδοχὴν ψιλῶν παρίσταθαι· εἰλονευοικὴ τῷ γράμματι, πρὸς Ἰουδαϊκοὺς καὶ γραώδεις μύθους ἐκτραπείς, πτωχὸς παντελῶς τῶν ἀξίων περὶ Θεοῦ νοημάτων καταγρησεται. Πρὸς γὰρ τῇ ὑλικῇ τινι ἐνοεῖν τὴν οὐσίαν τοῦ Θεοῦ, καὶ κατὰ τοῦτο τοῖς ἀθέοις τῶν Ἑλλήνων συμφέρεσθαι, ἐτι καὶ ποικίλην καὶ σύνθετον ὑπολήψεται ταύτην. Ἡλέκτρινον μὲν τὸ ἀπὸ ὀσφύος ἕως ἄνω τὸν Θεὸν εἶναι τοῦ προφήτου διηγουμένου, ἐκ πυρὸς δὲ συμβεβληθῆναι τὰ κάτω · ὁ δὲ μὴ πρὸς ὑψηλοτέρας ἐννοίας ἀναβαίνων διὰ τοῦ γράμματος (94), ἀλλ’ αὐτοῦ που ταῖς σωματικαῖς ἐγκατακένων ὑπογραφαῖς, καὶ τοιαύτην τοῦ

---

Basilius Theol., Adversus Eunomium (Libri 5). Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc000605.
